Romans 16

1Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν
 καὶ = WH NA/NIV: || [omit] = Treg RP
καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς,
2ἵνα
 αὐτὴν προσδέξησθε = NA/NIV RP: || προσδέξησθε αὐτὴν = WH Treg
αὐτὴν προσδέξησθε ⸃ ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ
 ἐμοῦ αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἐμοῦ = RP
ἐμοῦ αὐτοῦ ⸃.

3Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, 4οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, 5καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς
 Ἀσίας = WH Treg NA/NIV: || Ἀχαΐας = RP
Ἀσίας εἰς Χριστόν.
6ἀσπάσασθε
 Μαριάμ = RP: || Μαρίαν = WH Treg NA/NIV
Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς
 ὑμᾶς = WH Treg NA/NIV: || ἡμᾶς = RP
ὑμᾶς.
7ἀσπάσασθε Ἀνδρόνικον καὶ
 Ἰουνίαν = WH Treg RP: || Ἰουνιᾶν = NA/NIV
Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ
 γέγοναν = WH Treg NA/NIV: || γεγόνασιν = RP
γέγοναν ἐν Χριστῷ.
8ἀσπάσασθε
 Ἀμπλιᾶτον = WH NA/NIV Treg: || Ἀμπλίαν = RP
Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ.
9ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. 10ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. 11ἀσπάσασθε Ἡρῳδίωνα τὸν
 συγγενῆ = WH NA/NIV RP: || συγγενῆν = Treg
συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ.
12ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. 13ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. 14ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα,
 Ἑρμῆν Πατροβᾶν Ἑρμᾶν = WH Treg NA/NIV: || Ἑρμᾶν Πατρόβαν Ἑρμῆν = RP
Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν ⸃ καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
15ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. 16Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι
 πᾶσαι = WH Treg NA/NIV: || [omit] = RP
πᾶσαι τοῦ Χριστοῦ.

17Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ
 ἐκκλίνετε = WH Treg NA/NIV: || ἐκκλίνατε = RP
ἐκκλίνετε ἀπ᾽ αὐτῶν·
18οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ
 ἡμῶν = WH Treg NA/NIV: || ἡμῶν Ἰησοῦ = RP
ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.
19 γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο·
 ἐφ’ ὑμῖν οὖν χαίρω = WH Treg NA/NIV: || Χαίρω οὖν τὸ ἐφ᾽ ὑμῖν = RP
ἐφ᾽ ὑμῖν οὖν χαίρω ⸃, θέλω δὲ ὑμᾶς
 σοφοὺς = Treg NA/NIV: || σοφοὺς μὲν = WH RP
σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
20 δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ
 Χριστοῦ = Treg RP: || [omit] = WH NA/NIV
Χριστοῦ μεθ᾽ ὑμῶν.

21
 Ἀσπάζεται = WH Treg NA/NIV: || Ἀσπάζονται = RP
Ἀσπάζεται ὑμᾶς Τιμόθεος συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
22ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ. 23ἀσπάζεται ὑμᾶς Γάϊος ξένος μου καὶ
 ὅλης τῆς ἐκκλησίας = WH Treg NA/NIV: || τῆς ἐκκλησίας ὅλης = RP
ὅλης τῆς ἐκκλησίας ⸃. ἀσπάζεται ὑμᾶς Ἔραστος οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ἀδελφός.

24
 Ἡ χάρις … ὑμῶν = RP: || [omit] = WH Treg NA/NIV
χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ⸃
 Ἀμήν = RP: || 25 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 26 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 27 μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. = WH Treg NA/NIV
Ἀμήν.



Copyright information for SBLG